Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.1 Joseph. AJ 3.3 (English) >>Joseph. AJ 3.7

3.1

Παραδόξου note δὲ τῆς σωτηρίας τοῖς Ἑβραίοις οὕτως γενομένης δεινῶς ἐλύπει πάλιν αὐτοὺς ἀγομένους ἐπὶ τὸ Σιναῖον ὄρος χώρα τελέως οὖσα ἔρημος καὶ τῶν τε πρὸς τροφὴν αὐτοῖς ἄπορος, σπανίζουσα δὲ καὶ ὕδατος εἰς τὸ ἔσχατον, καὶ μὴ μόνον ἀνθρώποις τι παρασχεῖν ἐνδεής, ἀλλὰ καὶ μηδʼ ἄλλο τι τῶν ζῴων ἱκανὴ βόσκειν· ψαφαρὰ γάρ ἐστι καὶ νοτερὸν ἐξ αὐτῆς οὐδὲν τι καὶ φῦσαι καρπὸν δύναιτο. τοιαύτην δὲ οὖσαν τὴν χώραν ἐξ ἀνάγκης ὥδευον ἑτέραν ἀπελθεῖν οὐκ ἔχοντες. 3.2ἐπεφέροντο δʼ ἐκ τῆς προωδοιπορημένης ὕδωρ τοῦ στρατηγοῦ κεκελευκότος, καὶ τούτου δαπανηθέντος ἐκ φρεάτων ἐποιοῦντο τὴν ὑδρείαν ἐπιπόνως διὰ σκληρότητα τῆς γῆς, καὶ τὸ εὑρισκόμενον δὲ πικρὸν ἀλλʼ οὐ πότιμον ἦν, καὶ τοῦτο δὲ σπάνιον. 3.3ἀφικνοῦνται δὲ τοῦτον ὁδεύοντες τὸν τρόπον περὶ δείλην ὀψίαν εἰς Μὰρ τόπον οὕτως διὰ τὴν τοῦ ὕδατος κακίαν ὀνομάσαντες· μὰρ γὰρ πικρία λέγεται. καὶ αὐτόθι τεταλαιπωρημένοι τῷ τε συνεχεῖ τῆς ὁδοιπορίας καὶ τῇ τῆς τροφῆς ἀπορίᾳ, καὶ γὰρ τότʼ αὐτοὺς τελείως ἐπιλελοίπει, κατάγονται· 3.4φρέαρ γὰρ ἦν, διὸ καὶ μᾶλλον ἔμειναν, οὐδʼ αὐτὸ μὲν ἐξαρκεῖν δυνάμενον τοσούτῳ στρατῷ, βραχεῖαν μέντοι παρέχον αὐτοῖς εὐθυμίαν ἐν ἐκείνοις εὑρεθὲν τοῖς χωρίοις· καὶ γὰρ ἤκουον παρὰ τῶν ἐξερευνώντων μηδὲν ἔμπροσθεν βαδίζουσιν εἶναι. πικρὸν δὲ ἐκεῖνο τὸ ὕδωρ καὶ ἄποτον ἦν οὐκ ἀνθρώποις μόνον ἀλλὰ καὶ τοῖς ὑποζυγίοις ἀφόρητον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.1 Joseph. AJ 3.3 (English) >>Joseph. AJ 3.7

Powered by PhiloLogic